Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.34 Dem. 39.37 (English) >>Dem. 39.40

39.36τί οὖν φιλονικεῖς; μηδαμῶς· μὴ ἔχʼ οὕτω πρὸς ἡμᾶς ἐθελέχθρως· οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν ὄνομʼ ἡμᾶς. εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντʼ ἐρέσθαι πότερος, δύʼ ἂν ὦσιν Μαντίθεοι Μαντίου. οὐκοῦν, ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ. τί οὖν ἐπιθυμεῖς τούτων; ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρτυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν πατὴρ ὄνομʼ ἔθετο.Μαρτυρίαι

39.37λοιπὸν ἡγοῦμαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὐτὸς αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλʼ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν. λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τʼ ἠντεδίκει καὶ ὑπώμνυθʼ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτʼ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν· 39.38ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας. καίτοι ἐξ ἀρχῆς τʼ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν. ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως <ἂν> εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι; ὡς δὲ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί.Ἀντίληξις Ἔγκλημα



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.34 Dem. 39.37 (English) >>Dem. 39.40

Powered by PhiloLogic